‏ Psalms 74

1 ▼
▼LXX: Psa.73:1
Συνέσεως τῷ Ασαφ. Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος, ὠργίσθη ὁ θυμός σου; ἐπὶ πρόβατα νομῆς σου
2 ▼
▼LXX: Psa.73:2
μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιων τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.
3 ▼
▼LXX: Psa.73:3
ἔπαρον τὰς χεῖράς σου. ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου
4 ▼
▼LXX: Psa.73:4
καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν.
5 ▼
▼LXX: Psa.73:5
ὡς εἰς τὴν εἴσοδον ὑπεράνω,
6 ▼
▼LXX: Psa.73:6
ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
7 ▼
▼LXX: Psa.73:7
ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
8 ▼
▼LXX: Psa.73:8
εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό Δεῦτε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ θεοῦ ἀπὸ τῆς γῆς.
9 ▼
▼LXX: Psa.73:9
τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
10 ▼
▼LXX: Psa.73:10
ἕως πότε, ὁ θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
11 ▼
▼LXX: Psa.73:11
ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
12 ▼
▼LXX: Psa.73:12
ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
13 ▼
▼LXX: Psa.73:13
σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.
14 ▼
▼LXX: Psa.73:14
σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.
15 ▼
▼LXX: Psa.73:15
σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς Ηθαμ.
16 ▼
▼LXX: Psa.73:16
σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον.
17 ▼
▼LXX: Psa.73:17
σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά.
18 ▼
▼LXX: Psa.73:18
μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισεν τὸν κύριον, καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου.
19 ▼
▼LXX: Psa.73:19
μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.
20 ▼
▼LXX: Psa.73:20
ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.
21 ▼
▼LXX: Psa.73:21
μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος· πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου.
22 ▼
▼LXX: Psa.73:22
ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.
23 ▼
▼LXX: Psa.73:23
μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σέ. ἀνέβη διὰ παντὸς πρὸς σε
Copyright information forLXX