Psalms 73
1 ▼▼LXX: Psa.72:1
Ψαλμὸς τῷ Ασαφ. Ὡς ἀγαθὸς τῷ Ισραηλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. 2 ▼▼LXX: Psa.72:2
ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. 3 ▼▼LXX: Psa.72:3
ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν, 4 ▼▼LXX: Psa.72:4
ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· 5 ▼▼LXX: Psa.72:5
ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. 6 ▼▼LXX: Psa.72:6
διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν. 7 ▼▼LXX: Psa.72:7
ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν διήλθοσαν εἰς διάθεσιν καρδίας· 8 ▼▼LXX: Psa.72:8
διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· 9 ▼▼LXX: Psa.72:9
ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. 10 ▼▼LXX: Psa.72:10
διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς. 11 ▼▼LXX: Psa.72:11
καὶ εἶπαν Πῶς ἔγνω ὁ θεός, καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ; 12 ▼▼LXX: Psa.72:12
ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται· εἰς τὸν αἰῶνα κατέσχον πλούτου. 13 ▼▼LXX: Psa.72:13
καὶ εἶπα Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου· καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου 14 ▼▼LXX: Psa.72:14
καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας. 15 ▼▼LXX: Psa.72:15
εἰ ἔλεγον Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα. 16 ▼▼LXX: Psa.72:16
καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο· κόπος ἐστὶν ἐναντίον μου, 17 ▼▼LXX: Psa.72:17
ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. 18 ▼▼LXX: Psa.72:18
πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. 19 ▼▼LXX: Psa.72:19
πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. 20 ▼▼LXX: Psa.72:20
ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. 21 ▼▼LXX: Psa.72:21
ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, 22 ▼▼LXX: Psa.72:22
καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρὰ σοί. 23 ▼▼LXX: Psa.72:23
καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, 24 ▼▼LXX: Psa.72:24
ἐν τῇ βουλῇ σου ὡδήγησάς με. καὶ μετὰ δόξης προσελάβου με 25 ▼▼LXX: Psa.72:25
τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; 26 ▼▼LXX: Psa.72:26
ἐξέλιπεν ἡ καρδία μου, καὶ ἡ σάρξ μου ὁ θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα. 27 ▼▼LXX: Psa.72:27
ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. 28 ▼▼LXX: Psa.72:28
ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν, τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων.
Copyright information forLXX