‏ Psalms 69

1 ▼
▼LXX: Psa.68:1
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυιδ. ▼
▼LXX: Psa.68:2
Σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
2 ▼
▼LXX: Psa.68:3
ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέν με.
3 ▼
▼LXX: Psa.68:4
ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου. ἀπὸ τοῦ ἐλπίζειν ἐπὶ τὸν θεόν μου
4 ▼
▼LXX: Psa.68:5
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισουντες με δωρεάν, ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον.
5 ▼
▼LXX: Psa.68:6
ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.
6 ▼
▼LXX: Psa.68:7
μὴ αἰσχυνθείησαν ἐπ' ἐμοὶ οἱ ὑπομένοντές σε, κύριε κύριε τῶν δυνάμεων, μὴ ἐντραπείησαν ἐπ' ἐμοὶ οἱ ζητοῦντές σε, ὁ θεὸς τοῦ Ισραηλ,
7 ▼
▼LXX: Psa.68:8
ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.
8 ▼
▼LXX: Psa.68:9
ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου
9 ▼
▼LXX: Psa.68:10
ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.
10 ▼
▼LXX: Psa.68:11
καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί·
11 ▼
▼LXX: Psa.68:12
καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
12 ▼
▼LXX: Psa.68:13
κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον.
13 ▼
▼LXX: Psa.68:14
ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, κύριε· καιρὸς εὐδοκίας, ὁ θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.
14 ▼
▼LXX: Psa.68:15
σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων·
15 ▼
▼LXX: Psa.68:16
μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.
16 ▼
▼LXX: Psa.68:17
εἰσάκουσόν μου, κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ.
17 ▼
▼LXX: Psa.68:18
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, ἀπὸ τοῦ παιδός σου ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.
18 ▼
▼LXX: Psa.68:19
πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.
19 ▼
▼LXX: Psa.68:20
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου· καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου ἐναντίον σου πάντες οἱ θλίβοντές με.
20 ▼
▼LXX: Psa.68:21
ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον.
21 ▼
▼LXX: Psa.68:22
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
22 ▼
▼LXX: Psa.68:23
γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον·
23 ▼
▼LXX: Psa.68:24
σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον·
24 ▼
▼LXX: Psa.68:25
ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
25 ▼
▼LXX: Psa.68:26
γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·
26 ▼
▼LXX: Psa.68:27
ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέθηκαν.
27 ▼
▼LXX: Psa.68:28
πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·
28 ▼
▼LXX: Psa.68:29
ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.
29 ▼
▼LXX: Psa.68:30
πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ, καὶ ἡ σωτηρία τοῦ προσώπου σου, ὁ θεός, ἀντελάβετό μου.
30 ▼
▼LXX: Psa.68:31
αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,
31 ▼
▼LXX: Psa.68:32
καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.
32 ▼
▼LXX: Psa.68:33
ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,
33 ▼
▼LXX: Psa.68:34
ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.
34 ▼
▼LXX: Psa.68:35
αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.
35 ▼
▼LXX: Psa.68:36
ὅτι ὁ θεὸς σώσει τὴν Σιων, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν·
36 ▼
▼LXX: Psa.68:37
καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.
Copyright information forLXX