‏ Psalms 35

1 ▼
▼LXX: Psa.34:1
Τῷ Δαυιδ. Δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.
2 ▼
▼LXX: Psa.34:2
ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς βοήθειάν μου,
3 ▼
▼LXX: Psa.34:3
ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκοντων με· εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγώ εἰμι.
4 ▼
▼LXX: Psa.34:4
αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.
5 ▼
▼LXX: Psa.34:5
γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς·
6 ▼
▼LXX: Psa.34:6
γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς·
7 ▼
▼LXX: Psa.34:7
ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου.
8 ▼
▼LXX: Psa.34:8
ἐλθέτω αὐτοῖς παγίς, ἣν οὐ γινώσκουσιν, καὶ ἡ θήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
9 ▼
▼LXX: Psa.34:9
ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ·
10 ▼
▼LXX: Psa.34:10
πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
11 ▼
▼LXX: Psa.34:11
ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με·
12 ▼
▼LXX: Psa.34:12
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
13 ▼
▼LXX: Psa.34:13
ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.
14 ▼
▼LXX: Psa.34:14
ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην.
15 ▼
▼LXX: Psa.34:15
καὶ κατ' ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν.
16 ▼
▼LXX: Psa.34:16
ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν, ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
17 ▼
▼LXX: Psa.34:17
κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου. ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου
18 ▼
▼LXX: Psa.34:18
ἐξομολογήσομαί σοι, κύριε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.
19 ▼
▼LXX: Psa.34:19
μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.
20 ▼
▼LXX: Psa.34:20
ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο
21 ▼
▼LXX: Psa.34:21
καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν εὖγε, Εὖγε εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν.
22 ▼
▼LXX: Psa.34:22
εἶδες, κύριε, μὴ παρασιωπήσῃς, κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ·
23 ▼
▼LXX: Psa.34:23
ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ θεός μου, καὶ ὁ κύριός μου. εἰς τὴν δίκην μου
24 ▼
▼LXX: Psa.34:24
κρῖνόν με κατὰ τὴν δικαιοσύνην σου, κύριε ὁ θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι·
25 ▼
▼LXX: Psa.34:25
μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν εὖγε Εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν.
26 ▼
▼LXX: Psa.34:26
αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονουντες ἐπ' ἐμέ.
27 ▼
▼LXX: Psa.34:27
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσυνην μου καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.
28 ▼
▼LXX: Psa.34:28
καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.
Copyright information forLXX