‏ Psalms 23

1 ▼
▼LXX: Psa.22:1
Ψαλμὸς τῷ Δαυιδ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.
2 ▼
▼LXX: Psa.22:2
εἰς τόπον χλόης, ἐκεῖ με, κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με
3 ▼
▼LXX: Psa.22:3
τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
4 ▼
▼LXX: Psa.22:4
ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ· ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου αὐταί με παρεκάλεσαν.
5 ▼
▼LXX: Psa.22:5
ἡτοίμασας ἐνώπιόν μου, τράπεζαν ἐξ ἐναντίας τῶν θλιβοντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον.
6 ▼
▼LXX: Psa.22:6
καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ κυρίου εἰς μακρότητα ἡμερῶν.
Copyright information forLXX