‏ Psalms 142

1 ▼
▼LXX: Psa.141:1
Συνέσεως τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή. ▼
▼LXX: Psa.141:2
φωνῇ μου πρὸς κύριον ἐκέκραξα, Φωνῇ μου πρὸς κύριον ἐδεήθην.
2 ▼
▼LXX: Psa.141:3
ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
3 ▼
▼LXX: Psa.141:4
ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου· καὶ σὺ ἔγνως τὰς τρίβους μου ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
4 ▼
▼LXX: Psa.141:5
κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
5 ▼
▼LXX: Psa.141:6
ἐκέκραξα πρὸς σέ, κύριε, εἶπα Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων.
6 ▼
▼LXX: Psa.141:7
πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ῥῦσαί με, ἐκ τῶν καταδιωκόντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
7 ▼
▼LXX: Psa.141:8
ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, κύριε· ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι.
Copyright information forLXX