‏ Psalms 13

1 ▼
▼LXX: Psa.12:1
εἰς τὸ τέλος; ψαλμὸς τῷ Δαυιδ. ▼
▼LXX: Psa.12:2
ἕως πότε, κύριε, ἐπιλήσῃ μου Εἰς τέλος· Ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;
2 ▼
▼LXX: Psa.12:3
ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ;
3 ▼
▼LXX: Psa.12:4
ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,
4 ▼
▼LXX: Psa.12:5
μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.
5 ▼
▼LXX: Psa.12:6
ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου· ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.
6
Copyright information forLXX