‏ Psalms 121

1 ▼
▼LXX: Psa.120:1
ωδη τῶν ἀναβαθμῶν. Ἦρα τοὺς ὀφθαλμούς μου; εἰς τὰ ὄρη Πόθεν ἥξει ἡ βοήθειά μου
2 ▼
▼LXX: Psa.120:2
ἡ βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
3 ▼
▼LXX: Psa.120:3
μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.
4 ▼
▼LXX: Psa.120:4
ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ισραηλ.
5 ▼
▼LXX: Psa.120:5
κύριος φυλάξει σε, κύριος σκέπη σου· ἐπὶ χεῖρα δεξιάν σου
6 ▼
▼LXX: Psa.120:6
ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα.
7 ▼
▼LXX: Psa.120:7
κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου.
8 ▼
▼LXX: Psa.120:8
κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Copyright information forLXX