‏ Psalms 73

1
LXX: Psa.72:1
Ψαλμὸς τῷ Ασαφ. Ὡς ἀγαθὸς τῷ Ισραηλ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ.
2
LXX: Psa.72:2
ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.
3
LXX: Psa.72:3
ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν,
4
LXX: Psa.72:4
ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·
5
LXX: Psa.72:5
ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.
6
LXX: Psa.72:6
διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν.
7
LXX: Psa.72:7
ἐξελεύσεται ὡς ἐκ στέατος ἀδικία αὐτῶν διήλθοσαν εἰς διάθεσιν καρδίας·
8
LXX: Psa.72:8
διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·
9
LXX: Psa.72:9
ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.
10
LXX: Psa.72:10
διὰ τοῦτο ἐπιστρέψει λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς.
11
LXX: Psa.72:11
καὶ εἶπαν Πῶς ἔγνω θεός, καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ;
12
LXX: Psa.72:12
ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται· εἰς τὸν αἰῶνα κατέσχον πλούτου.
13
LXX: Psa.72:13
καὶ εἶπα Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου· καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου
14
LXX: Psa.72:14
καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ἔλεγχός μου εἰς τὰς πρωίας.
15
LXX: Psa.72:15
εἰ ἔλεγον Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα.
16
LXX: Psa.72:16
καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο· κόπος ἐστὶν ἐναντίον μου,
17
LXX: Psa.72:17
ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.
18
LXX: Psa.72:18
πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι.
19
LXX: Psa.72:19
πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.
20
LXX: Psa.72:20
ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
21
LXX: Psa.72:21
ὅτι ἐξεκαύθη καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν,
22
LXX: Psa.72:22
καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρὰ σοί.
23
LXX: Psa.72:23
καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου,
24
LXX: Psa.72:24
ἐν τῇ βουλῇ σου ὡδήγησάς με. καὶ μετὰ δόξης προσελάβου με
25
LXX: Psa.72:25
τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;
26
LXX: Psa.72:26
ἐξέλιπεν καρδία μου, καὶ σάρξ μου θεὸς τῆς καρδίας μου καὶ μερίς μου θεὸς εἰς τὸν αἰῶνα.
27
LXX: Psa.72:27
ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
28
LXX: Psa.72:28
ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν, τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιων.
Copyright information forLXX