‏ Psalms 54

1 ▼
▼LXX: Psa.53:1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ ▼
▼LXX: Psa.53:2
ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμῖν; ▼
▼LXX: Psa.53:3
Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με. καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με
2 ▼
▼LXX: Psa.53:4
ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
3 ▼
▼LXX: Psa.53:5
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα.
4 ▼
▼LXX: Psa.53:6
ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου.
5 ▼
▼LXX: Psa.53:7
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς.
6 ▼
▼LXX: Psa.53:8
ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν·
7 ▼
▼LXX: Psa.53:9
ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου. ἐπεῖδεν ὁ ὀφθαλμός μου
Copyright information forLXX