‏ Psalms 29

1 ▼
▼LXX: Psa.28:1
Ψαλμὸς τῷ Δαυιδ· ἐξοδίου σκηνῆς. ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ, ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν, Ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν,
2 ▼
▼LXX: Psa.28:2
ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
3 ▼
▼LXX: Psa.28:3
φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν.
4 ▼
▼LXX: Psa.28:4
φωνὴ κυρίου ἐν ἰσχύι, φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ.
5 ▼
▼LXX: Psa.28:5
φωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου
6 ▼
▼LXX: Psa.28:6
καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
7 ▼
▼LXX: Psa.28:7
φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός,
8 ▼
▼LXX: Psa.28:8
φωνὴ κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης.
9 ▼
▼LXX: Psa.28:9
φωνὴ κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
10 ▼
▼LXX: Psa.28:10
κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
11 ▼
▼LXX: Psa.28:11
κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
Copyright information forLXX