‏ Psalms 137

1 ▼
▼LXX: Psa.136:1
τῷ Δαυιδ. Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν Τῷ μνησθῆναι ἡμᾶς τῆς Σιων.
2 ▼
▼LXX: Psa.136:2
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·
3 ▼
▼LXX: Psa.136:3
ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον ασατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιων.
4 ▼
▼LXX: Psa.136:4
πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
5 ▼
▼LXX: Psa.136:5
ἐὰν ἐπιλάθωμαί σου, Ιερουσαλημ, ἐπιλησθείη ἡ δεξιά μου·
6 ▼
▼LXX: Psa.136:6
κολληθείη ἡ γλῶσσά μου, τῷ λάρυγγί μου. ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ιερουσαλημ ἐν ἀρχῇ τῆς ευφροσυνης μου
7 ▼
▼LXX: Psa.136:7
μνήσθητι, κύριε, τῶν υἱῶν Εδωμ τὴν ἡμέραν Ιερουσαλημ τῶν λεγόντων ἐκκενοῦτε, Ἐκκενοῦτε ἕως ὁ θεμέλιος ἐν αὐτῇ.
8 ▼
▼LXX: Psa.136:8
θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ανταπεδωκας ἡμῖν·
9 ▼
▼LXX: Psa.136:9
μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.
Copyright information forLXX