‏ Psalms 132

1 ▼
▼LXX: Psa.131:1
ωδη τῶν ἀναβαθμῶν. Μνήσθητι, κύριε, τοῦ Δαυιδ καὶ πάσης τῆς πραύτητος αὐτοῦ,
2 ▼
▼LXX: Psa.131:2
ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ιακωβ
3 ▼
▼LXX: Psa.131:3
εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
4 ▼
▼LXX: Psa.131:4
εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου
5 ▼
▼LXX: Psa.131:5
ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ιακωβ.
6 ▼
▼LXX: Psa.131:6
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ·
7 ▼
▼LXX: Psa.131:7
εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.
8 ▼
▼LXX: Psa.131:8
ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·
9 ▼
▼LXX: Psa.131:9
οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
10 ▼
▼LXX: Psa.131:10
ἕνεκεν Δαυιδ τοῦ δούλου σου. μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου
11 ▼
▼LXX: Psa.131:11
ὤμοσεν κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν Ἐκ καρποῦ τῆς κοιλίας σου· θήσομαι ἐπὶ τὸν θρόνον σου
12 ▼
▼LXX: Psa.131:12
ἐὰν φυλάξωνται οἱ υἱοί σου. τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρονου σου
13 ▼
▼LXX: Psa.131:13
ὅτι ἐξελέξατο κύριος τὴν Σιων, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ
14 ▼
▼LXX: Psa.131:14
Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν·
15 ▼
▼LXX: Psa.131:15
τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων,
16 ▼
▼LXX: Psa.131:16
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται·
17 ▼
▼LXX: Psa.131:17
ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυιδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου·
18 ▼
▼LXX: Psa.131:18
τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Copyright information forLXX